TLG 1585 001 :: PHERECYDIS EPISTULA :: Epistula

PHERECYDIS EPISTULA Epist.
(Incertum)

Cf. et PHERECYDES Phil. et Myth. (0630)

Epistula

Source: Hercher, R. (ed.), Epistolographi Graeci. Paris: Didot, 1873 (repr. Amsterdam: Hakkert, 1965): 460.

Citation: (Line)

tΘαλῇ.
1 Εὖ θνήσκοις ὅταν τοι τὸ χρεὼν ἥκῃ. νοῦσός με καταλελάβηκε δεδεγμένον τὰ παρὰ σέο γράμματα. φθειρῶν ἔβρυον πᾶς καί με εἶχεν ἠπίαλος. ἐπέσκηψα δ’ ὦν τοῖσι οἰκιήτῃσι, ἐπήν με κατθάψωσι, ἐς σὲ
5τὴν γραφὴν ἐνεῖκαι. σὺ δὲ ἢν δοκιμώσῃς σὺν τοῖσι ἄλλοισι σοφοῖσι, οὕτω μιν φῆνον, ἢν δὲ οὐ δοκιμώσητε, μὴ φήνῃς· ἐμοὶ μὲν γὰρ οὔκω ἥνδανε. ἔστι δὲ οὐκ ἀτρεκηίη πρηγμάτων, οὐδ’ ὑπίσχομαι τἀληθὲς εἰδέναι, ἅσσα δ’ ἂν ἐπιλέγῃ θεολογέων· τὰ ἄλλα χρὴ νοέειν·
10ἅπαντα γὰρ αἰνίσσομαι. τῇ δὲ νούσῳ πιεζόμενος ἐπὶ μᾶλλον οὔτε τῶν τινὰ ἰητρῶν οὔτε τοὺς ἑταίρους ἐσιέ‐ μην, προεστεῶσι δὲ τῇ θύρῃ καὶ εἰρομένοισι ὁκοῖόν τι εἴη, διεὶς δάκτυλον ἐκ τῆς κληίθρης ἔδειξ’ ἂν ὡς ἔβρυον τοῦ κακοῦ. καὶ προεῖπα αὐτοῖσι ἥκειν ἐς τὴν ὑστε‐
15ραίην ἐπὶ τὰς Φεφεκύδεω ταράς.460